Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.198 Joseph. AJ 5.202 (English) >>Joseph. AJ 5.207

5.200

Εἴκοσι μὲν οὖν ἔτη ταῦτα πάσχοντες ἤνυσαν μήτε αὐτοὶ φρονεῖν ὑπὸ τῆς δυστυχίας ὄντες ἀγαθοὶ καὶ τοῦ θεοῦ πλέον δαμάσαι ἔτι θέλοντος αὐτῶν τὴν ὕβριν διὰ τὴν περὶ αὐτὸν ἀγνωμοσύνην, ἵνα μεταθέμενοι τοῦ λοιποῦ σωφρονῶσιν διδαχθέντες τὰς συμφορὰς αὐτοῖς ἐκ τῆς περιφρονήσεως τῶν νόμων ὑπάρξαι, Δαβώραν δέ τινα προφῆτιν, 5.201μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν. 5.202

Μεταπεμψαμένη δʼ Δαβώρα τὸν Βάρακον ἐπιλέξαντα τῶν νέων μυρίους ἐκέλευε χωρεῖν ἐπὶ τοὺς πολεμίους· ἀποχρῆναι γὰρ τοσούτους τοῦ θεοῦ προειρηκότος καὶ νίκην ἀποσημήναντος. 5.203Βαράκου δὲ φαμένου οὐ στρατηγήσειν μὴ κἀκείνης αὐτῷ συστρατηγούσης ἀγανακτήσασα, “σὺ μέν, εἶπε, γυναικὶ παραχωρεῖς ἀξίωμα σοὶ δέδωκεν θεός, ἐγὼ δὲ οὐ παραιτοῦμαι”. καὶ συναριθμήσαντες μυρίους ἐστρατοπεδεύσαντο πρὸς Ἰταβυρίῳ ὄρει. 5.204ἀπήντα δʼ αὐτοῖς Σισάρης τοῦ βασιλέως κελεύσαντος καὶ στρατοπεδεύονται τῶν πολεμίων οὐκ ἄπωθεν. τοὺς δʼ Ἰσραηλίτας καὶ τὸν Βάρακον καταπλαγέντας τὸ πλῆθος τῶν πολεμίων καὶ ἀναχωρεῖν διεγνωκότας Δεβώρα κατεῖχε τὴν συμβολὴν ποιεῖσθαι κατʼ ἐκείνην κελεύουσα τὴν ἡμέραν· νικήσειν γὰρ αὐτοὺς καὶ συλλήψεσθαι τὸν θεόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.198 Joseph. AJ 5.202 (English) >>Joseph. AJ 5.207

Powered by PhiloLogic